Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.107 Joseph. AJ 20.113 (English) >>Joseph. AJ 20.119

20.111παραγενομένους δὲ τοὺς στρατιώτας θεασάμενον τὸ πλῆθος καὶ φοβηθὲν φεύγειν ὥρμησεν, τῶν δʼ ἐξόδων στενῶν οὐσῶν διώκεσθαι νομίζοντες ὑπὸ τῶν πολεμίων καὶ συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὺς ἀλλήλοις ἐν τοῖς στενοῖς θλιβόμενοι διέφθειρον. 20.112δύο γοῦν μυριάδες ἐξηριθμήθησαν τῶν κατὰ τὴν στάσιν ἐκείνην φθαρέντων. πένθος δʼ ἦν τὸ λοιπὸν ἀντὶ τῆς ἑορτῆς, καὶ πάντες ἐκλαθόμενοι τῶν εὐχῶν καὶ τῶν θυσιῶν ἐπὶ θρήνους καὶ κλαυθμοὺς ἐτράποντο. τοιαῦτα μὲν ἑνὸς ἀσέλγεια στρατιώτου παθήματα γενέσθαι παρεσκεύασεν. 20.113

Οὔπω δʼ αὐτῶν τὸ πρῶτον πένθος ἐπέπαυτο καὶ κακὸν ἄλλο προσέπιπτεν· τῶν γὰρ ἀφεστώτων ἐπὶ νεωτερισμῷ τινες κατὰ τὴν δημοσίαν ὁδὸν ὡς ἑκατὸν σταδίων ἄπωθεν τῆς πόλεως Στέφανον Καίσαρος δοῦλον ὁδοιποροῦντα λῃστεύσαντες ἅπασαν αὐτοῦ τὴν κτῆσιν διαρπάζουσιν. 20.114ἀκούσας δὲ τὸ πραχθὲν Κουμανὸς εὐθὺς πέμπει στρατιώτας, κελεύσας αὐτοῖς τὰς πλησίον κώμας διαρπάσαι, τοὺς δʼ ἐπιφανεστάτους αὐτῶν δήσαντας ἐπʼ αὐτὸν ἄγειν. 20.115τῆς δὲ πορθήσεως γενομένης τῶν στρατιωτῶν τις τοὺς Μωυσέως νόμους ἔν τινι κώμῃ λαβὼν κειμένους προκομίσας εἰς τὴν πάντων ὄψιν διέσχισεν ἐπιβλασφημῶν καὶ πολλὰ κατακερτομῶν. 20.116Ἰουδαῖοι δὲ ταῦτα ἀκούσαντες καὶ πολλοὶ συνδραμόντες καταβαίνουσιν εἰς Καισάρειαν, ἐκεῖ γὰρ ἐτύγχανεν Κουμανὸς ὤν, ἱκετεύοντες μὴ αὐτοὺς ἀλλὰ τὸν θεὸν οὗπερ οἱ νόμοι καθυβρίσθησαν ἐκδικῆσαι· ζῆν γὰρ οὐχ ὑπομένειν τῶν πατρίων αὐτοῖς οὕτως περιυβρισμένων. καὶ Κουμανὸς δείσας,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.107 Joseph. AJ 20.113 (English) >>Joseph. AJ 20.119

Powered by PhiloLogic